Seba.Health

The Odyssey 7.108–122

The Odyssey 7.108–122
cunning workers at the loom, for Athena has given to them above all others skill in fair handiwork, and an understanding heart. But without the courtyard, hard by the door, is a great orchard of four acres,3 and a hedge runs about it on either side. Therein grow trees, tall and luxuriant, pears and pomegranates and apple-trees with their bright fruit, and sweet figs, and luxuriant olives. Of these the fruit perishes not nor fails in winter or in summer, but lasts throughout the year; and ever does the west wind, as it blows, quicken to life some fruits, and ripen others; pear upon pear waxes ripe, apple upon apple, cluster upon cluster, and fig upon fig. There, too, is his fruitful vineyard planted, one part of which, a warm spot on level ground, is being dried in the sun, while other grapes men are gathering,
ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ. ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
Read in context →