Seba.Health

The Odyssey 5.474–488

The Odyssey 5.474–488
he went his way to the wood and found it near the water in a clear space; and he crept beneath two bushes that grew from the same spot, one of thorn and one of olive. Through these the strength of the wet winds could never blow, nor the rays of the bright sun beat, nor could the rain pierce through them, so closely did they grow, intertwining one with the other. Beneath these Odysseus crept and straightway gathered with his hands a broad bed, for fallen leaves were there in plenty, enough to shelter two men or three in winter-time, however bitter the weather. And the much-enduring goodly Odysseus saw it, and was glad, and he lay down in the midst, and heaped over him the fallen leaves. And as a man hides a brand beneath the dark embers in an outlying farm, a man who has no neighbors,
ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους, ἐξ ὁμόθεν πεφυῶτας· μὲν φυλίης, δʼ ἐλαίης. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων, οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή, ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς, ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
Read in context →