Seba.Health

The Odyssey 5.148–159

The Odyssey 5.148–159
when she had heard the message of Zeus. Him she found sitting on the shore, and his eyes were never dry of tears, and his sweet life was ebbing away, as he longed mournfully for his return, for the nymph was no longer pleasing in his sight. By night indeed he would sleep by her side perforce in the hollow caves, unwilling beside the willing nymph, but by day he would sit on the rocks and the sands, racking his soul with tears and groans and griefs, and he would look over the unresting sea, shedding tears. Then coming close to him, the beautiful goddess addressed him:
ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης· δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων. τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη. ἀλλʼ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ· ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·
Read in context →