Seba.Health

The Odyssey 4.266–289

The Odyssey 4.266–289
as was Odysseus of the steadfast heart. What a thing was this, too, which that mighty man wrought and endured in the carven horse, wherein all we chiefs of the Argives were sitting, bearing to the Trojans death and fate! Then thou camest thither, and it must be that thou wast bidden by some god, who wished to grant glory to the Trojans, and godlike Deiphobus followed thee on thy way. Thrice didst thou go about the hollow ambush, trying it with thy touch, and thou didst name aloud the chieftains of the Danaans by their names, likening thy voice to the voices of the wives of all the Argives. Now I and the son of Tydeus and goodly Odysseus sat there in the midst and heard how thou didst call, and we two were eager to rise up and come forth, or else to answer straightway from within, but Odysseus held us back and stayed us, despite our eagerness. Then all the other sons of the Achaeans held their peace, but Anticlus alone was fain to speak and answer thee; but Odysseus firmly closed his mouth with strong hands, and saved all the Achaeans, and held him thus until Pallas Athena led thee away.”
ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν· ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν, οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ. οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες. ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι· καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα, ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους, πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας. νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε ἐξελθέμεναι, ἔνδοθεν αἶψʼ ὑπακοῦσαι· ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν, Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς· τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
Read in context →