Seba.Health

The Odyssey 23.264–284

The Odyssey 23.264–284
tell thee? Yet I will declare it, and will hide nothing. Verily thy heart shall have no joy of it, even as I myself have none; for Teiresias bade me go forth to full many cities of men, bearing a shapely oar in my hands, till I should come to men that know naught of the sea, and eat not of food mingled with salt; aye, and they know naught of ships with purple cheeks, or of shapely oars that serve as wings to ships. And he told me this sign, right manifest; nor will I hide it from thee. When another wayfarer, on meeting me, should say that I had a winnowing fan on my stout shoulder, then he bade me fix my oar in the earth, and make goodly offerings to lord Poseidon—a ram and a bull and a boar, that mates with sows—and depart for my home, and offer sacred hecatombs to the immortal gods, who hold broad heaven, to each one in due order. And death shall come to me myself far from the sea, a death so gentle, that shall lay me low, when I am overcome with sleek old age, and my people shall dwell in prosperity around me. All this, he said, should I see fulfilled.”
δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν, εἰς κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους, οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω· ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν, ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
Read in context →