Seba.Health

The Odyssey 22.492–501

The Odyssey 22.492–501
Then the old dame went back through the fair house of Odysseus to bear tidings to the women and bid them come; and they came forth from their hall with torches in their hands. They thronged about Odysseus and embraced him, and clasped and kissed his head and shoulders and his hands in loving welcome; and a sweet longing seized him to weep and wail, for in his heart he knew them all.
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια, ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν. γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι· αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι. αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα, καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
Read in context →