Seba.Health

The Odyssey 22.292–306

The Odyssey 22.292–306
with a spear-thrust full upon the groin, and drove the bronze clean through, and he fell headlong and struck the ground full with his forehead. Then Athena held up her aegis, the bane of mortals, on high from the roof, and the minds of the wooers were panic-stricken, and they fled through the halls like a herd of kine that the darting gad-fly falls upon and drives along in the season of spring, when the long days come. And even as vultures of crooked talons and curved beaks come forth from the mountains and dart upon smaller birds, which scour the plain, flying low beneath the clouds, and the vultures pounce upon them and slay them, and they have no defence or way of escape, and men rejoice at the chase; even so did those others set upon the wooers and smite them left and right through the hall. And therefrom rose hideous groaning as heads were smitten, and all the floor swam with blood.
ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν· ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν. οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι· τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται. οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι, ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι· ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται, οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·
Read in context →