Seba.Health

The Odyssey 22.213–223

The Odyssey 22.213–223
For in this wise, methinks, shall our will be brought to pass: when we have killed these men, father and son, thereafter shalt thou too be slain with them, such deeds art thou minded to do in these halls: with thine own head shalt thou pay the price. But when with the sword we have stripped you of your might, all the possessions that thou hast within doors and in the fields we will mingle with those of Odysseus, and will not suffer thy sons or thy daughters to dwell in thy halls, nor thy faithful wife to fare at large in the city of Ithaca.” So he spoke, and Athena waxed the more wroth at heart,
Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ. ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω· ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν, ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι, τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
Read in context →