Seba.Health

The Odyssey 21.331–342

The Odyssey 21.331–342
and declares himself to be born the son of a good father. Nay, come, give him the polished bow and let us see. For thus will I speak out to thee, and this word shall verily be brought to pass; if he shall string the bow, and Apollo grant him glory, I will clothe him with a cloak and tunic, fair raiment, and will give him a sharp javelin to ward off dogs and men, and a two-edged sword; and I will give him sandals to bind beneath his feet, and will send him whithersoever his heart and spirit bid him go.” Then wise Telemachus answered her: “My mother, as for the bow, no man of the Achaeans
Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε; οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα, πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
Read in context →