Seba.Health

The Odyssey 21.207–218

The Odyssey 21.207–218
alone of all my thralls is my coming desired, but of the rest have I heard not one praying that I might come back again to my home. But to you two will I tell the truth, even as it shall be. If a god shall subdue the lordly wooers unto me, I will bring you each a wife, and will give you possessions and a house built near my own, and thereafter you two shall be in my eyes friends and brothers of Telemachus. Nay, come, more than this, I will shew you also a manifest sign, that you may know me well and be assured in heart, even the scar of the wound which long ago a boar dealt me with his white tusk,
ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω, ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
Read in context →