Seba.Health

The Odyssey 21.181–192

The Odyssey 21.181–192
string it, for they were far lacking in strength. Now Antinous was still persisting and godlike Eurymachus, leaders of the wooers, who were far the best in valiance; but those other two had gone forth both together from the hall, the neatherd and the swineherd of divine Odysseus; and after them Odysseus himself went forth from the house. But when they were now outside the gates and the court, he spoke and addressed them with gentle words: “Neatherd, and thou too swineherd, shall I tell you something or keep it to myself? Nay, my spirit bids me tell it.
ὣς φάθʼ, δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ, πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος· τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν. Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
Read in context →