Seba.Health

The Odyssey 2.413–427

The Odyssey 2.413–427
stowed everything in the well-benched ship, as the dear son of Odysseus bade. Then on board the ship stepped Telemachus, and Athena went before him and sat down in the stern of the ship, and near her sat Telemachus, while the men loosed the stern cables and themselves stepped on board, and sat down upon the benches. And flashing-eyed Athena sent them a favorable wind, a strong-blowing West wind that sang over the wine-dark sea. And Telemachus called to his men, and bade them lay hold of the tackling, and they hearkened to his call. The mast of fir they raised and set in the hollow socket, and made it fast with fore-stays, and hauled up the white sail with twisted thongs of ox-hide. So the wind filled the belly of the sail, and the dark wave sang loudly about the stem of the ship as she went, and she sped over the wave accomplishing her way.
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός. ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη, νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν. ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
Read in context →