Seba.Health

The Odyssey 19.203–214

The Odyssey 19.203–214
as the snow melts on the lofty mountains, the snow which the East Wind thaws when the West Wind has strewn it, and as it melts the streams of the rivers flow full: so her fair cheeks melted as she wept and mourned for her husband, who even then was sitting by her side. And Odysseus in his heart had pity for his weeping wife, but his eyes stood fixed between his lids as though they were horn or iron, and with guile he hid his tears. But she, when she had had her fill of tearful wailing, again answered him and spoke, saying:
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα· τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς· ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν, ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ· τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες· ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης, κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ γε δάκρυα κεῦθεν. δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
Read in context →