Seba.Health

The Odyssey 18.151–163

The Odyssey 18.151–163
Yet even so he did not escape his fate, but him, too, did Athena set in bonds so that he might be slain outright at the hands of Telemachus and by his spear. So he sat down again on the chair from which he had risen. Then the goddess, flashing-eyed Athena, put it in the heart of the daughter of Icarius, wise Penelope, to show herself to the wooers, that she might set their hearts a-flutter and win greater honor from her husband and her son than heretofore. Then she laughed a meaningless laugh and spoke, and addressed the nurse: “Eurynome, my heart longs, though it has never longed before,
ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον, ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν. αὐτὰρ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ, νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός. ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος πάρος ἦεν. ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
Read in context →