Seba.Health

The Odyssey 17.561–573

The Odyssey 17.561–573
whose wantonness and violence reach the iron heaven. For even now, when, as I was going through the hall doing no evil, this man struck me and hurt me, neither Telemachus nor any other did aught to ward off the blow. Wherefore now bid Penelope to wait in the halls, eager though she be, till set of sun; and then let her ask me of her husband regarding the day of his return, giving me a seat nearer the fire, for lo, the raiment that I wear is mean, and this thou knowest of thyself, for to thee first did I make my prayer.” So he spoke, and the swineherd went when he had heard this saying.
Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ· οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον, τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα· καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ, ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.
Read in context →