Seba.Health

The Odyssey 16.46–56

The Odyssey 16.46–56
of roast meats, which they had left at their meal the day before, and quickly heaped up bread in baskets, and mixed in a bowl of ivy wood honey-sweet wine, and himself sat down over against divine Odysseus. So they put forth their hands to the good cheer lying ready before them. But when they had put from them the desire of food and drink, Telemachus spoke to the goodly swineherd, and said: “Father, from whence did this stranger come to thee? How did sailors bring him to Ithaca? Who did they declare themselves to be? For nowise, methinks, did he come hither on foot.”
ὣς φάθʼ, δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης. χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν· ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός. τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης ὀπταλέων, ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν, ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον· αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·
Read in context →