Seba.Health

The Odyssey 14.166–190

The Odyssey 14.166–190
is grieved whenever any one makes mention of my good master. But as for thy oath, we will let it be; yet I would that Odysseus might come, even as I desire, I, and Penelope, and the old man Laertes, and godlike Telemachus. But now it is for his son that I grieve unceasingly, even for Telemachus, whom Odysseus begot. When the gods had made him grow like a sapling, and I thought that he would be among men no whit worse than his dear father, glorious in form and comeliness, then some one of the immortals marred the wise spirit within him, or haply some man, and he went to sacred Pylos after tidings of his father. For him now the lordly wooers lie in wait on his homeward way, that the race of godlike Arceisius may perish out of Ithaca, and leave no name. But verily we will let him be; he may be taken, or he may escape, and the son of Cronos stretch forth his hand to guard him. But come, do thou, old man, tell me of thine own sorrows, and declare me this truly, that I may know full well. Who art thou among men, and from whence? Where is thy city, and where thy parents? On what manner of ship didst thou come, and how did sailors bring thee to Ithaca? Who did they declare themselves to be? For nowise, methinks, didst thou come hither on foot.”
γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω, οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων μίμνησκʼ· γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος. ἀλλʼ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια Λαέρτης θʼ γέρων καὶ Τηλέμαχος θεοειδής. νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς, Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον, καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν, τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας ἠέ τις ἀνθρώπων· δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο. ἀλλʼ τοι κεῖνον μὲν ἐάσομεν, κεν ἁλώῃ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων. ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
Read in context →