Seba.Health

The Odyssey 14.16–30

The Odyssey 14.16–30
which numbered three hundred and sixty. By these ever slept four dogs, savage as wild beasts, which the swineherd had reared, a leader of men. But he himself was fitting boots about his feet, cutting an ox-hide of good color, while the others had gone, three of them, one here one there, with the droves of swine; and the fourth he had sent to the city to drive perforce a boar to the insolent wooers, that they might slay it and satisfy their souls with meat. Suddenly then the baying hounds caught sight of Odysseus, and rushed upon him with loud barking, but Odysseus sat down in his cunning, and the staff fell from his hand. Then even in his own farmstead would he have suffered cruel hurt, but the swineherd with swift steps followed after them, and hastened through the gateway, and the hide fell from his hand.
θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον, πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων· οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα, τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν, οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
Read in context →