Seba.Health

The Odyssey 13.312–328

The Odyssey 13.312–328
so long as we sons of the Achaeans were warring in the land of Troy. But after we had sacked the lofty city of Priam, and had gone away in our ships, and a god had scattered the Achaeans, never since then have I seen thee, daughter of Zeus, nor marked thee coming on board my ship, that thou mightest ward off sorrow from me. Nay, I ever wandered on, bearing in my breast a stricken heart, till the gods delivered me from evil, even until in the rich land of the Phaeacians thou didst cheer me with thy words, and thyself lead me to their city. But now I beseech thee by thy father—for I think not that I am come to clear-seen Ithaca; nay, it is some other land over which I roam, and thou, methinks, dost speak thus in mockery to beguile my mind—tell me whether in very truth I am come to my dear native land.”
ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι, καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις. τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα, ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις. ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν· πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή. νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς— εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.
Read in context →