Seba.Health

The Odyssey 13.128–138

Poseidon to Zeus · divine
The Odyssey 13.128–138
even the Phaeacians, who, thou knowest, are of my own lineage. For I but now declared that Odysseus should suffer many woes ere he reached his home, though I did not wholly rob him of his return when once thou hadst promised it and confirmed it with thy nod; yet in his sleep these men have borne him in a swift ship over the sea and set him down in Ithaca, and have given him gifts past telling, stores of bronze and gold and woven raiment, more than Odysseus would ever have won for himself from Troy, if he had returned unscathed with his due share of the spoil.”
Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν, Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης. καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας. οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν, πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς, εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
Read in context →