Seba.Health

The Odyssey 12.76–90

The Odyssey 12.76–90
And in the midst of the cliff is a dim cave, turned to the West, toward Erebus, even where you shall steer your hollow ship, glorious Odysseus. Not even a man of might could shoot an arrow from the hollow ship so as to reach into that vaulted cave. Therein dwells Scylla, yelping terribly. Her voice is indeed but as the voice of a new-born whelp, but she herself is an evil monster, nor would anyone be glad at sight of her, no, not though it were a god that met her. Verily she has twelve feet, all misshapen,1 and six necks, exceeding long, and on each one an awful head, and therein three rows of teeth, thick and close, and full of black death. Up to her middle she is hidden in the hollow cave, but she holds her head out beyond the dread chasm,
κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ. οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη, οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν· πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα. μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές, πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, περ ἂν ὑμεῖς νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ. οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο. ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα. τῆς τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν. τῆς τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι, ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
Read in context →