Seba.Health

The Odyssey 11.91–105

The Odyssey 11.91–105
Nay, give place from the pit and draw back thy sharp sword, that I may drink of the blood and tell thee sooth.’ “‘Thou askest of thy honey-sweet return, glorious Odysseus, but this shall a god make grievous unto thee; for I think not that thou shalt elude the Earth-shaker, seeing that he has laid up wrath in his heart against thee, angered that thou didst blind his dear son. Yet even so ye may reach home, though in evil plight, if thou wilt curb thine own spirit and that of thy comrades, as soon as thou shalt bring thy well-built ship to the island Thrinacia, escaping from the violet sea, and ye find grazing there the kine and goodly flocks of Helios, who over sees and overhears all things.
χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, τίπτʼ αὖτʼ, δύστηνε, λιπὼν φάος ἠελίοιο ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον; ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω. ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον κουλεῷ ἐγκατέπηξʼ. δʼ ἐπεὶ πίεν αἷμα κελαινόν, καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων· νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ· τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω λήσειν ἐννοσίγαιον, τοι κότον ἔνθετο θυμῷ χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε, αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
Read in context →