Seba.Health

The Odyssey 11.619–633

The Odyssey 11.619–633
I was the son of Zeus, son of Cronos, but I had woe beyond measure; for to a man far worse than I was I made subject, and he laid on me hard labours. Yea, he once sent me hither to fetch the hound of Hades, for he could devise for me no other task mightier than this. The hound I carried off and led forth from the house of Hades; and Hermes was my guide, and flashing-eyed Athena.’ “So saying, he went his way again into the house of Hades, but I abode there steadfastly, in the hope that some other haply might still come forth of the warrior heroes who died in the days of old. And I should have seen yet others of the men of former time, whom I was fain to behold, even Theseus and Peirithous, glorious children of the gods, but ere that the myriad tribes of the dead came thronging up with a wondrous cry, and pale fear seized me, lest
ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο. Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ δεδμήμην, δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους. καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον· τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο· Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη. ὣς εἰπὼν μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω, αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο. καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα· ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
Read in context →