Seba.Health

The Odyssey 11.469–483

The Odyssey 11.469–483
of all the Danaans after the peerless son of Peleus. And the spirit of the swift-footed son of Aeacus recognized me, and weeping, spoke to me winged words: “Son of Laertes, sprung from Zeus, Odysseus of many devices, rash man, what deed yet greater than this wilt thou devise in thy heart? How didst thou dare to come down to Hades, where dwell the unheeding dead, the phantoms of men outworn.’1 “‘So he spoke, and I made answer and said:‘Achilles, son of Peleus, far the mightiest of the Achaeans, I came through need of Teiresias,1 if haply he would tell me some plan whereby I might reach rugged Ithaca. For not yet have I come near to the land of Achaea, nor have I as yet set foot on my own country, but am ever suffering woes; whereas than thou, Achilles, no man aforetime was more blessed nor shall ever be hereafter. For of old, when thou wast alive, we Argives honored thee even as the gods,
Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων; ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν, ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην· οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ, οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
Read in context →