Seba.Health

The Odyssey 1.346–359

The Odyssey 1.346–359
With this man no one can be wroth if he sings of the evil doom of the Danaans; for men praise that song the most which comes the newest to their ears. For thyself, let thy heart and soul endure to listen; for not Odysseus alone lost in Troy the day of his return, but many others likewise perished. Nay, go to thy chamber, and busy thyself with thine own tasks, the loom and the distaff, and bid thy handmaids ply their tasks; but speech shall be for men, for all, but most of all for me; since mine is the authority in the house.”
μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ. τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν· τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι, τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν· οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
Read in context →