Seba.Health

The Odyssey 1.32–43

Zeus to Gods · divine
The Odyssey 1.32–43
Even as now Aegisthus, beyond that which was ordained, took to himself the wedded wife of the son of Atreus, and slew him on his return, though well he knew of sheer destruction, seeing that we spake to him before, sending Hermes, the keen-sighted Argeiphontes,1 that he should neither slay the man nor woo his wife; for from Orestes shall come vengeance for the son of Atreus when once he has come to manhood and longs for his own land. So Hermes spoke, but for all his good intent he prevailed not upon the heart of Aegisthus; and now he has paid the full price of all.”
πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν, ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα, εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην, μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο, ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης. ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.
Read in context →