Seba.Health

The Odyssey 1.111–122

The Odyssey 1.111–122
seeing in thought his noble father, should he perchance come from somewhere and make a scattering of the wooers in the palace, and himself win honor and rule over his own house. As he thought of these things, sitting among the wooers, he beheld Athena, and he went straight to the outer door; for in his heart he counted it shame that a stranger should stand long at the gates. So, drawing near, he clasped her right hand, and took from her the spear of bronze; and he spoke, and addressed her with winged words:1 “Hail, stranger; in our house thou shalt find entertainment and then, when thou hast tasted food, thou shalt tell of what thou hast need.”
οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο. τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής, ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι. τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην. βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
Read in context →