Seba.Health

The Iliad 9.644–655

The Iliad 9.644–655
all this thou seemest to speak almost after mine own mind; but my heart swelleth with wrath whenso I think of this, how the son of Atreus hath wrought indignity upon me amid the Argives, as though I were some alien that had no rights. Howbeit do ye go and declare my message, for I will not sooner bethink me of bloody war until wise-hearted Priam's son, even goodly Hector, be come to the huts and ships of the Myrmidons, as he slays the Argives, and have smirched the ships with fire. But about my hut and my black ship I deem that Hector will be stayed, eager though he be for battle.
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι· ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην. ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε· οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας. ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
Read in context →