Seba.Health

The Iliad 9.205–219

The Iliad 9.205–219
Then he sliced the meat with care and spitted it upon spits, and the son of Menoetius, a godlike man, made the fire blaze high. But when the fire had burned down and the flame was abated, he scattered the embers and laid thereover the spits, and sprinkled the morsels with holy salt when he had set them upon the fire-dogs. But when he had roasted the meat and laid it on platters, Patroclus took bread and dealt it forth on the table in fair baskets, while Achilles dealt the meat. Himself he sate him down over against godlike Odysseus, by the other wall, and bade Patroclus, his comrade, offer sacrifice to the gods;
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ. αὐτὰρ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος καὶ πίονος αἰγός, ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς. καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρε, πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, πάσσε δʼ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. αὐτὰρ ἐπεί ῥʼ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει
Read in context →