Seba.Health

The Iliad 8.173–183

The Iliad 8.173–183
I perceive that of a ready heart the son of Cronos hath given unto me victory and great glory, and to the Danaans woe. Fools they are, that contrived forsooth these walls, weak and of none account; these shall not withhold our might, and our horses shall lightly leap over the digged ditch. But when I be at length come amid the hollow ships, then see ye that consuming fire be not forgotten, that with fire I may burn the ships and furthermore slay the men, even the Argives beside their ships, distraught by reason of the smoke.
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα· νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει· ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν. ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
Read in context →