Seba.Health

The Iliad 6.77–101

The Iliad 6.77–101
hold ye your ground, and go ye this way and that throughout the host and keep them back before the gates, or ever in flight they fling themselves in their women's arms, and be made a joy to their foemen. But when ye have aroused all our battalions, we verily will abide here and fight against the Danaans, sore wearied though we be, for necessity weighs hard upon us; but do thou, Hector, go thy way to the city and speak there to her that is thy mother and mine; let her gather the aged wives to the temple of flashing-eyed Athene in the citadel, and when she has opened with the key the doors of the holy house, the robe that seemeth to her the fairest and amplest in her hall, and that is far dearest to her own self, this let her lay upon the knees of fair-haired Athene, and vow to her that she will sacrifice in her temple twelve sleek heifers that have not felt the goad, if she will have compassion on the city and the Trojan's wives and their little children; in hope she may hold back from sacred Ilios the son of Tydeus, that savage spearman, a mighty deviser of rout, who has verily, meseems, proved himself the mightiest of the Achaeans. Not even Achilles did we ever fear on this wise, that leader of men, who, they say, is born of a goddess; nay this man rageth beyond all measure, and no one can vie with him in might.
Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι. αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας, ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες, καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα μητέρι σῇ καὶ ἐμῇ· δὲ ξυνάγουσα γεραιὰς νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ, θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο, ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι. οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
Read in context →