Seba.Health

The Iliad 6.333–341

The Iliad 6.333–341
Not so much by reason of wrath and indignation against the Trojans sat I in my chamber, but I was minded to yield myself to sorrow. Even now my wife sought to turn my mind with gentle words and urged me to the war: and I, mine own self, deem that it will be better so; victory shifteth from man to man. But come now, tarry a while, let me don my harness of war; or go thy way, and I will follow; and methinks I shall overtake thee.
Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν, τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον· οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι. νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω· ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.
Read in context →