Seba.Health

The Iliad 5.899–909

The Iliad 5.899–909
and Paeëon spread thereon simples that slay pain, and healed him; for verily he was in no wise of mortal mould. Even as the juice of the fig speedily maketh to grow thick the white milk that is liquid, but is quickly curdled as a man stirreth it, even so swiftly healed he furious Ares. And Hebe bathed him, and clad him in beautiful raiment, and he sate him down by the side of Zeus, son of Cronos, exulting in his glory. Then back to the palace of great Zeus fared Argive Hera and Alalcomenean Athene, when they had made Ares, the bane of mortals, to cease from his man-slaying.
ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι. τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι, ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε· πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.
Read in context →