Seba.Health

The Iliad 5.563–577

The Iliad 5.563–577
But Antilochus, son of great-souled Nestor, beheld him, and strode through the foremost fighters; for greatly did he fear for the shepherd of the host, lest aught befall him, and he utterly thwart them of their toil. Now the twain were holding forth their hands and their sharp spears each against the other, fain to do battle, when Antilochus came close beside the shepheard of the host. Then Aeneas abode not, swift warrior though he was, when he beheld the two holding their ground side by side; and they, when they had dragged the dead to the host of the Achaeans, laid the hapless pair in the arms of their comrades, and themselves turned back and fought amid the foremost.
σείων ἐγχείην· τοῦ δʼ ὄτρυνεν μένος Ἄρης, τὰ φρονέων ἵνα χερσὶν ὑπʼ Αἰνείαο δαμείη. τὸν δʼ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο. τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι· Ἀντίλοχος δὲ μάλʼ ἄγχι παρίστατο ποιμένι λαῶν. Αἰνείας δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς ὡς εἶδεν δύο φῶτε παρʼ ἀλλήλοισι μένοντε. οἳ δʼ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν, τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων, αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
Read in context →