Seba.Health

The Iliad 5.533–547

The Iliad 5.533–547
son of Pergasus, whom the Trojans honoured even as the sons of Priam, for that he was swift to fight amid the foremost. Him did lord Agamemnon smite with his spear upon the shield, and this stayed not the spear, but clean through it passed the bronze, and into the lower belly he drave it through the belt; and he fell with a thud, and upon him his armour clanged. Then Aeneas slew two champions of the Danaans, the sons of Diocles, Crethon and Orsilochus, whose father dwelt in well-built Pheme, a man rich in substance, and in lineage was he sprung from the river Alpheius that flows in broad stream through the land of the Pylians, and that begat Orsilochus to be king over many men. And Orsilochus begat greatsouled Diocles, and of Diocles were born twin sons, Crethon and Orsilochus, well skilled in all manner of fighting.
καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι. τόν ῥα κατʼ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων· δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. ἔνθʼ αὖτʼ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε, τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ ἀφνειὸς βιότοιο, γένος δʼ ἦν ἐκ ποταμοῖο Ἀλφειοῦ, ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης, ὃς τέκετʼ Ὀρτίλοχον πολέεσσʼ ἄνδρεσσιν ἄνακτα· Ὀρτίλοχος δʼ ἄρʼ ἔτικτε Διοκλῆα μεγάθυμον,
Read in context →