Seba.Health

The Iliad 24.748–759

The Iliad 24.748–759
and therefore have they had care of thee for all thou art in the doom of death. For of other sons of mine whomsoever he took would swift-footed Achilles sell beyond the unresting sea, unto Samos and Imbros and Lemnos, shrouded in smoke, but, when from thee he had taken away thy life with the long-edged bronze oft would he drag thee about the barrow of his comrade, Patroclus, whom thou didst slay; howbeit even so might he not raise him up. But now all dewy-fresh thou liest in my halls as wert thou newly slain, like as one whom Apollo of the silver bow assaileth with his gentle shafts and slayeth.
Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς. νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
Read in context →