Seba.Health

The Iliad 23.667–675

The Iliad 23.667–675
Sufficeth it not that I fall short in battle? One may not, meseemeth, prove him a man of skill in every work. For thus will I speak, and verily this thing shall be brought to pass : utterly will I rend his flesh and crush his bones. Wherefore let them that be next of kin abide here in a throng, that they may bear him forth when worsted by my hands.
ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος. οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω. κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων, οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
Read in context →