Seba.Health

The Iliad 23.379–393

The Iliad 23.379–393
Eumelus' car, and with their breath his back waxed warm and his broad shoulders, for right over him did they lean their heads as they flew along. And now would Tydeus' son have passed him by or left the issue in doubt, had not Phoebus Apollo waxed wroth with him and smitten from his hand the shining lash. Then from his eyes ran tears in his wrath for that he saw the mares coursing even far swiftlier still than before, while his own horses were hampered, as running without goad. and gave him back the lash and put strength into his horses. Then in wrath was she gone after the son of Admetus, and the goddess brake the yoke of his steeds, and to his cost the mares swerved to this side and that of the course, and the pole was swung to the earth; and Eumelus himself was hurled from out the car beside the wheel,
αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. καί νύ κεν παρέλασσʼ ἀμφήριστον ἔθηκεν, εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν, δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν· δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει, ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.
Read in context →