Seba.Health

The Iliad 22.82–89

The Iliad 22.82–89
from within the wall, neither stand thou forth to face him. Cruel is he; for if so be he shay thee, never shall I lay thee on a bier and bewail thee, dear plant, born of mine own self, nay, nor shall thy bounteous wife; but far away from us by the ships of the Argives shall swift dogs devour thee.
Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή, οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
Read in context →