Seba.Health

The Iliad 20.61–75

The Iliad 20.61–75
the dread and dank abode, wherefor the very gods have loathing: so great was the din that arose when the gods clashed in strife. For against king Poseidon stood Phoebus Apollo with his winged arrows, and against Enyalius the goddess, flashing-eyed Athene; against Hera stood forth the huntress of the golden arrows, and the echoing chase, even the archer Artemis, sister of the god that smiteth afar; against Leto stood forth the strong helper, Hermes, and against Hephaestus the great, deep-eddying river, that god called Xanthus, and men Scamander. Thus gods went forth to meet with gods. But Achilles was fain to meet with Hector, Priam's son, above all others in the throng, for with his blood as with that of none other did his spirit bid him glut Ares, the warrior with tough shield of hide. Howbeit Aeneas did Apollo, rouser of hosts, make to go forth
ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων. ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο· Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς
Read in context →