Seba.Health

The Iliad 20.354–363

The Iliad 20.354–363
but come, let man go forth against man and be eager for the fray. Hard is it for me, how mighty soever I be, to deal with men so many, and to fight them all; not even Ares, for all he is an immortal god, nor Athene could control by dint of toil the jaws of such a fray. Howbeit so far as I avail with hands and feet and might, in no wise, methiinks, shall I be slack, nay, not a whit; but straight through their line will I go, nor deem I that any of the Trojans will be glad, whosoever shall draw nigh my spear.
μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί, ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι. ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι· οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο· ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν, ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
Read in context →