Seba.Health

The Iliad 20.332–339

Poseidon to Aeneas · divine
The Iliad 20.332–339
Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι, ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν; ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ, μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι. αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ, θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι· οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
Read in context →