Seba.Health

The Iliad 2.807–821

The Iliad 2.807–821
both footmen and charioteers; and a great din arose. Now there is before the city a steep mound afar out in the plain, with a clear space about it on this side and on that; this do men verily call Batieia, but the immortals call it the barrow of Myrine, light of step. There on this day did the Trojans and their allies separate their companies. The Trojans were led by great Hector of the flashing helm, the son of Priam, and with him were marshalled the greatest hosts by far and the goodliest, raging with the spear. even Aeneas, whom fair Aphrodite conceived to Anchises amid the spurs of Ida, a goddess couched with a mortal man. Not alone was he; with him were Antenor's two sons, Archelochus and Acamas, well skilled in all manner of fighting. And they that dwelt in Zeleia beneath the nethermost foot of Ida,
ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν, αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο· πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα, τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης· ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι. Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι. Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
Read in context →