Seba.Health

The Iliad 2.796–806

The Iliad 2.796–806
for most like to the leaves or the sands are they, as they march over the plain to fight against the city. Hector, to thee beyond all others do I give command, and do thou even according to my word. Inasmuch as there are allies full many throughout the great city of Priam, and tongue differs from tongue among men that are scattered abroad; let each one therefore give the word to those whose captain he is, and these let him lead forth, when he has marshalled the men of his own city.
γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν. ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα· λίην γὰρ φύλλοισιν ἐοικότες ψαμάθοισιν ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ. Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων· τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
Read in context →