Seba.Health

The Iliad 2.756–770

The Iliad 2.756–770
These were the leaders of the Danaans and their lords. But who was far the best among them do thou tell me, Muse—best of the warriors and of the horses that followed with the sons of Atreus. Of horses best by far were the mares of the son of Pheres, those that Eumelas drave, swift as birds, like of coat, like of age, their backs as even as a levelling line could make. These had Apollo of the silver bow reared in Pereia, both of them mares, bearing with them the panic of war. And of warriors far best was Telamonian Aias, while yet Achilles cherished his wrath; for Achilles was far the mightiest, he and the horses that bare the peerless son of Peleus. Howbeit he abode amid his beaked, seafaring ships in utter wrath against Agamemnon, Atreus' son, shepherd of the host; and his people along the sea-shore took their joy in casting the discus and the javelin, and in archery;
Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο. ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας. ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας ὄφρʼ Ἀχιλεὺς μήνιεν· γὰρ πολὺ φέρτατος ἦεν, ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
Read in context →