Seba.Health

The Iliad 2.606–620

The Iliad 2.606–620
with sixty ships; and on each ship embarked full many Arcadian warriors well-skilled in fight. For of himself had the king of men, Agamemnon, given them benched ships wherewith to cross over the wine-dark sea, even the son of Atreus, for with matters of seafaring had they naught to do. And they that dwelt in Buprasium and goodly Elis, all that part thereof that Hyrmine and Myrsinus on the seaboard and the rock of Olen and Alesium enclose between them—these again had four leaders, and ten swift ships followed each one, and many Epeians embarked thereon. Of these some were led by Amphimachus and Thalpius, of the blood of Actor, sons, the one of Cteatus and the other of Eurytus; and of some was the son of Amarynceus captain, even mighty Diores; and of the fourth company godlike Polyxeinus was captain, son of king Agasthenes, Augeias' son.
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο, τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν. αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει, τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
Read in context →