Seba.Health

The Iliad 2.576–590

The Iliad 2.576–590
for that he was noblest, and led a people far the most in number. and that held Laas, and dwelt about Oetylus,—these were led by Agamemnon's brother, even Menelaus, good at the war-cry, with sixty ships; and they were marshalled apart. And himself he moved among them, confident in his zeal, urging his men to battle; and above all others was his heart fain to get him requital for his strivings and groanings for Helen's sake. And they that dwelt in Pylos and lovely Arene and Thryum, the ford of Alpheius, and fair-founded Aepy, and that had their abodes in Cyparisseïs and Amphigeneia and Pteleos and Helus and Dorium,
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς. οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον, οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο, τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο· ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
Read in context →