Seba.Health

The Iliad 2.246–264

The Iliad 2.246–264
Wherefore 'twere well thou shouldst not take the name of kings in thy mouth as thou protest, to cast reproaches upon them, and to watch for home-going. In no wise do we know clearly as yet how these things are to be, whether it be for good or ill that we sons of the Achaeans shall return. Therefore dost thou now continually utter revilings against Atreus' son, Agamemnon, shepherd of the host, for that the Danaan warriors give him gifts full many; whereas thou pratest on with railings. But I will speak out to thee, and this word shall verily be brought to pass: if I find thee again playing the fool, even as now thou dost, then may the head of Odysseus abide no more upon his shoulders, nor may I any more be called the father of Telemachus, if I take thee not, and strip off thy raiment, thy cloak, and thy tunic that cover thy nakedness, and for thyself send thee wailing to the swift ships, beaten forth from the place of gathering with shameful blows.
Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν· οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον. τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις, καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις. οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα, εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν. τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε, μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη, μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην, εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει, αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
Read in context →