Seba.Health

The Iliad 19.364–378

The Iliad 19.364–378
There was a gnashing of his teeth, and his two eyes blazed as it had been a flame of fire, and into his heart there entered grief that might not be borne. Thus in fierce wrath against the Trojans he clad him in the gifts of the god, that Hephaestus had wrought for him with toil. The greaves first he set about his legs: beautiful they were, and fitted with silver ankle-pieces, and next he did on the corselet about his chest. And about his shoulders he cast the silver-studded sword of bronze, and thereafter grasped the shield great and sturdy, wherefrom went forth afar a gleam as of the moon. And as when forth ower the sea there appeareth to seamen the gleam of blazing fire, and it burneth high up in the mountains in a lonely steading—but sore against their will the storm-winds bear them over the teeming deep afar from their friends; even so from the shield of Achilles went up a gleam to heaven, from that shield
ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ δῦνʼ ἄχος ἄτλητον· δʼ ἄρα Τρωσὶν μενεαίνων δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε εἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης. ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ καιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαι πόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
Read in context →