Seba.Health

The Iliad 18.603–617

The Iliad 18.603–617
and two tumblers whirled up and down through the midst of them as leaders in the dance. Therein he set also the great might of the river Oceanus, around the uttermost rim of the strongly-wrought shield. But when he had wrought the shield, great and sturdy, then wrought he for him a corselet brighter than the blaze of fire, and he wrought for him a heavy helmet, fitted to his temples, a fair helm, richly-dight, and set thereon a crest of gold; and he wrought him greaves of pliant tin. But when the glorious god of the two strong arms had fashioned all the armour, he took and laid it before the mother of Achilles. And like a falcon she sprang down from snowy Olympus, bearing the flashing armour from Hephaestus.
πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο. αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε, τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο. αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις, μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα.
Read in context →